Add parallel Print Page Options

27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες [a]σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ [b]τὰ πρόβατα διασκορπισθήσονται. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· [c]Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον [d]ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς [e]με ἀπαρνήσῃ. 31 ὁ δὲ [f]ἐκπερισσῶς ἐλάλει· Ἐὰν [g]δέῃ με συναποθανεῖν σοι, οὐ μή σε [h]ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [i]Ἰάκωβον καὶ Ἰωάννην μετ’ [j]αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ [k]προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον [l]τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ [m]ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ [n]πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ [o]αὐτῶν οἱ ὀφθαλμοὶ [p]καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί [q]ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε [r]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

43 Καὶ [s]εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται [t]Ἰούδας [u]εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ [v]ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ [w]ἀπάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν [x]εὐθὺς προσελθὼν αὐτῷ λέγει· [y]Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν [z]τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [aa]τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ [ab]ὠτάριον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν [ac]ἔφυγον πάντες.

51 Καὶ [ad]νεανίσκος τις [ae]συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν [af]αὐτόν, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς [ag]ἔφυγεν.

53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ [ah]συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 σκανδαλισθήσεσθε WH Treg NIV ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 τὰ πρόβατα διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται τὰ πρόβατα RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:29 Εἰ καὶ WH Treg NIV ] Καὶ εἰ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NIV ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 με ἀπαρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ με RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NIV ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 δέῃ με WH Treg NIV ] με δέῃ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:35 προελθὼν μικρὸν ἔπιπτεν WH NIV ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:36 τοῦτο ἀπ᾽ ἐμοῦ WH Treg NIV ] ἀπ᾽ ἐμοῦ τοῦτο RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:38 ἔλθητε WH NIV ] εἰσέλθητε Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NIV ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 αὐτῶν οἱ ὀφθαλμοὶ WH NIV ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 καταβαρυνόμενοι WH Treg NIV ] βεβαρημένοι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 ἀποκριθῶσιν αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῶσιν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:41 τὸ WH NIV ] – Treg RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 Ἰούδας NIV RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εἷς WH Treg NIV ] + ὢν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 ὄχλος WH Treg NIV ] + πολὺς RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:44 ἀπάγετε WH Treg NIV ] ἀπαγάγετε RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 Ῥαββί WH Treg NIV ] αὐτῷ Ῥαββί ῥαββί RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:46 τὰς χεῖρας αὐτῷ WH Treg NIV ] ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 τις WH NIV RP ] – Treg
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:50 ἔφυγον πάντες WH Treg NIV ] πάντες ἔφυγον RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 νεανίσκος τις WH Treg NIV ] εἷς τις νεανίσκος RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 συνηκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 αὐτόν WH Treg NIV ] + οἱ νεανίσκοι RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:52 ἔφυγεν WH Treg NIV ] + ἀπ᾽ αὐτῶν RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:53 συνέρχονται WH NIV ] + αὐτῷ Treg RP